Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.615 Joseph. BJ 4.621 (English) >>Joseph. BJ 4.628

4.618καὶ μὲν πεπιστευμένος ἤδη τὰ περὶ τὴν ἀρχὴν προπαρεσκεύαζεν αὐτῷ καὶ τὰ πρὸς τὴν ἄφιξιν, τάχιον δʼ ἐπινοίας διήγγελλον αἱ φῆμαι τὸν ἐπὶ τῆς ἀνατολῆς αὐτοκράτορα, καὶ πᾶσα μὲν πόλις ἑώρταζεν εὐαγγέλια δὲ καὶ θυσίας ὑπὲρ αὐτοῦ ἐπετέλει. 4.619τὰ δὲ κατὰ Μυσίαν καὶ Παννονίαν τάγματα, μικρῷ πρόσθεν κεκινημένα πρὸς τὴν Οὐιτελλίου τόλμαν, μείζονι χαρᾷ Οὐεσπασιανῷ τὴν ἡγεμονίαν ὤμνυον. 4.620 δʼ ἀναζεύξας ἀπὸ Καισαρείας εἰς Βηρυτὸν παρῆν, ἔνθα πολλαὶ μὲν

-- --

ἀπὸ τῆς Συρίας αὐτῷ, πολλαὶ δὲ κἀπὸ τῶν ἄλλων ἐπαρχιῶν πρεσβεῖαι συνήντων, στεφάνους παρʼ ἑκάστης πόλεως καὶ συγχαρτικὰ προσφέρουσαι ψηφίσματα. 4.621παρῆν δὲ καὶ Μουκιανὸς τῆς ἐπαρχίας ἡγεμὼν τὸ πρόθυμον τῶν δήμων καὶ τοὺς κατὰ πόλιν ὅρκους ἀπαγγέλλων. 4.622

Προχωρούσης δὲ πανταχοῦ κατὰ νοῦν τῆς τύχης καὶ τῶν πραγμάτων συννενευκότων ἐκ τοῦ πλείστου μέρους, ἤδη παρίστατο τῷ Οὐεσπασιανῷ νοεῖν, ὡς οὐ δίχα δαιμονίου προνοίας ἅψαιτο τῆς ἀρχῆς, ἀλλὰ δικαία τις εἱμαρμένη περιαγάγοι τὸ κρατεῖν τῶν ὅλων ἐπʼ αὐτόν· 4.623ἀναμιμνήσκεται γὰρ τά τε ἄλλα σημεῖα, πολλὰ δʼ αὐτῷ γεγόνει πανταχοῦ προφαίνοντα τὴν ἡγεμονίαν, καὶ τὰς τοῦ Ἰωσήπου φωνάς, ὃς αὐτὸν ἔτι ζῶντος Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρσησεν. 4.624ἐξεπέπληκτο δὲ τὸν ἄνδρα δεσμώτην ἔτι ὄντα παρʼ αὐτῷ, καὶ προσκαλεσάμενος Μουκιανὸν ἅμα τοῖς ἄλλοις ἡγεμόσι καὶ φίλοις πρῶτον μὲν αὐτοῦ τὸ δραστήριον ἐκδιηγεῖτο καὶ ὅσα περὶ τοῖς Ἰωταπάτοις διʼ αὐτὸν ἔκαμον,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.615 Joseph. BJ 4.621 (English) >>Joseph. BJ 4.628

Powered by PhiloLogic